Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.1 Dem. 32.6 (English) >>Dem. 32.9

32.5λαμβάνοντες δὲ τὰ χρήματα, οἴκαδʼ ἀπέστελλον εἰς τὴν Μασσαλίαν, καὶ οὐδὲν εἰς τὴν ναῦν εἰσέφερον. οὐσῶν δὲ τῶν συγγραφῶν, ὥσπερ εἰώθασιν ἅπασαι, σωθείσης τῆς νεὼς ἀποδοῦναι τὰ χρήματα, ἵνʼ ἀποστερήσαιεν τοὺς δανείσαντας, τὴν ναῦν καταδῦσαι ἐβουλεύσαντο. μὲν οὖν Ἡγέστρατος, ὡς ἀπὸ τῆς γῆς ἀπῆραν δυοῖν τριῶν ἡμερῶν πλοῦν, καταβὰς τῆς νυκτὸς εἰς κοίλην ναῦν διέκοπτε τοῦ πλοίου τὸ ἔδαφος. οὑτοσὶ δʼ, ὡς οὐδὲν εἰδώς, ἄνω μετὰ τῶν ἄλλων ἐπιβατῶν διέτριβεν. ψόφου δὲ γενομένου, αἰσθάνονται οἱ ἐν τῷ πλοίῳ ὅτι κακόν τι ἐν κοίλῃ νηὶ γίγνεται, καὶ βοηθοῦσι κάτω. 32.6ὡς δʼ ἡλίσκεθʼ Ἡγέστρατος καὶ δίκην δώσειν ὑπέλαβεν, φεύγει καὶ διωκόμενος ῥίπτει αὑτὸν εἰς τὴν θάλατταν, διαμαρτὼν δὲ τοῦ λέμβου διὰ τὸ νύκτʼ εἶναι, ἀπεπνίγη. ἐκεῖνος μὲν οὕτως, ὥσπερ ἄξιος ἦν, κακὸς κακῶς ἀπώλετο, τοὺς ἄλλους ἐπεβούλευσε ποιῆσαι, ταῦτα παθὼν αὐτός. 32.7οὑτοσὶ δʼ κοινωνὸς αὐτοῦ καὶ συνεργὸς τὸ μὲν πρῶτον εὐθὺς ἐν τῷ πλοίῳ παρὰ τἀδικήματα, ὡς οὐδὲν εἰδώς, ἀλλʼ ἐκπεπληγμένος καὶ αὐτός, ἔπειθεν τὸν πρῳρέα καὶ τοὺς ναύτας εἰς τὸν λέμβον ἐκβαίνειν καὶ ἐκλιπεῖν τὴν ναῦν τὴν ταχίστην, ὡς ἀνελπίστου τῆς σωτηρίας οὔσης καὶ καταδυσομένης τῆς νεὼς αὐτίκα μάλα, ἵνʼ, ὅπερ διενοήθησαν, τοῦτʼ ἐπιτελεσθείη καὶ ναῦς ἀπόλοιτο καὶ τὰ συμβόλαιʼ ἀποστερήσαιεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.1 Dem. 32.6 (English) >>Dem. 32.9

Powered by PhiloLogic